Древнегреческая поэма - “Ἰλιάς, Илиада“ (Отрывок)

«Илиа́да» (др.-греч. Ἰλιάς) — древнейший из сохранившихся памятников древнегреческой литературы, эпическая поэма, приписываемая Гомеру, посвящённая событиям Троянской войны. В её основу, судя по всему, легли фольклорные сказания о подвигах древних героев. =====ТЕКСТ===== Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας: ὃ δ᾽ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει πάσας ἑξείης: πολλῇσι δὲ κήδε᾽ ἐφῆπτο. ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανε ξεστῇς αἰθούσῃσι τετυγμένον: αὐτὰρ ἐν αὐτῷ πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δ᾽ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίῃς ἀλόχοισιν: ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην: ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε: τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι περὶ ἄστυ: σὲ δ᾽ ἐνθάδε θυμὸς ἀνῆκεν ἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ἀλλὰ μέν᾽ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ: μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, μή μ᾽ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι: χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι: οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς: πέπλον δ᾽, ὅ&#
Back to Top